Abbildungen der Seite
PDF
EPUB

ἀγκύλῳ κρατί, γλεφάρων ἡδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων

ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς

ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς ̓́Αρης, τραχεῖαν ἄνευθε λιπὼν

ἐγχέων ἀκμαν, ἰαίνει καρδίαν

κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας,

ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισάν.
Οσσα δὲ μὴ πεφίλακε Ζεὺς ἀτύζονται βοὴν
Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατ ̓ ἀμαιμάκετον,
ὅς τ ̓ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
Τυφὼς ἑκατοντακάρανος· τόν ποτε

Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὴν
ταί θ ̓ ὑπὲρ Κύμας ἁλιέρες ὄχθαι

Σικελία τ ̓ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δ ̓ οὐ
ρανία συνέχει,

νιφόεσσ ̓ Αἴτνα, πάνετες χίονος οξείας τιθήνα.

PINDARVS

410 PELOPS INVOCATION OF NEPTUNE FOR HELP ΤΟ WIN HIPPODAMIA FROM HER FATHER NOMAUS

Πρὸς εὐάνθεμον δ ̓ ὅτε φυὰν

λάχναι νιν μέλαν γένειον ἔρεφον,

ἑτοῖμον ἀνεφρόντισεν γάμον

Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν

σχεθέμεν· ἀγχὶ δ ̓ ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνα ἄπυεν βαρύκτυπον

Εὐτρίαιναν· ὁ δ ̓ αὐτῷ

πὰρ ποδὶ σχέδον φάνη.

τῷ μὲν εἶπε· Φίλια δώρα Κυπρίας ἄγ ̓ εἴ τι, Ποσείδαον,

ἐς χάριν

τέλλεται, πέδασον ἔγχος Οινομάου χάλκεον,

ἐμὲ δ ̓ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων

ἐς ̓Αλιν, κράτει δὲ πέλασον.

ἐπεὶ τρεῖς τε καὶ δέκ ̓ ἄνδρας ολέσαις

ἐρῶντας ἀναβάλλεται γάμον

θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμ

βάνει.

θανεῖν δ ̓ οἷσιν ἀνάγκα, τί κέ τις ανώνυμον
γῆρας ἐν σκάτῳ καθήμενος έψοι μάταν,

ἁπάντων καλῶν ἄμμορος; ἀλλ ̓ ἐμοὶ μὲν οὗτος ἄεθλος ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.

Ως ἔννεπεν· οὐδ ̓ ἀκράντοις ἐφάψατ ̓ ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς

ἔδωκεν δίφρον τε χρύσεον πτεροϊσίν τ' ἀκάμαντας ἵππους·

ἕλεν δ ̓ Οινομάου βίαν παρθένον τε σύνευνον.

PINDARVS

411 THE STORY OF IAMUS AND HOW THE GIFT OF PROPHECY. WAS CONFERRED ON HIM

Ἦλθεν δ ̓ ὑπὸ σπλάγχνων ὑπ ̓ ὠδινός τ ̓ ἐρατᾶς Ιαμος ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα

λεῖπε χαμαί· δύο δὲ γλαυκώπες αὐτὸν

δαιμόνων βουλαΐσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ ̓ ἐπεὶ

πετραέσσας ἐλαύνων ἵκετ ̓ ἐκ Πυθώνος, ἅπαντας ἐν οἴκῳ
εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ
γεγάκειν

πατρός, περὶ θνατῶν δ ̓ ἔσεσθαι μάντιν ἐπιχθονίοις ἔξοχον, οὐδέ ποτ ̓ ἐκλείψειν γενεάν.

ὡς ἄρα μάνυε, τοὶ δ ̓ οὔτ ̓ ὧν ἀκοῦσαι

οὔτ ̓ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ ̓ ἐν
κέκρυπτο γὰρ σχοίνῳ βατίᾳ τ ̓ ἐν ἀπειράτῳ,

ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος
ἁβρὸν

σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί μιν χρόνῳ σύμπαντι μάτηρ

τοῦτ ̓ ὄνυμ ̓ ἀθάνατον. τερπνᾶς δ ̓ ἐπεὶ χρυσοστεφάνοιο λάβεν

καρπὸν Ἥβας, ̓Αλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδῶν εὐρυβίαν,

ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν, αἰτέων λαοτρόφον τιμάν τιν ̓ ἑᾷ κεφαλᾷ,

νυκτὸς ὑπαίθριος· ἀντεφθέγξατο δ ̓ ἀρτιεπὴς

412

413

πατρία ὄσσα, μετάλλασέν τέ μιν· Ορσο, τέκνον,
δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.

THE DISTAFF

PINDARVS

Γλαύκας ὦ φιλέριθ ̓ ἀλακάτα δῶρον ̓Αθανάας
γυναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος,
θάρσεισ ̓ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεω ἀγλάαν,
ὄππυι Κύπριδος ιρον καλάμῳ χλῶρον ὑπασσάλῳ.
τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Διός,
ὄππως ξέννον ἔμον τέρψομ ̓ ἴδων κἀντιφίλησ ̓ ἐω,
Νικίαν, Χαρίτων ὶμεροφώνων ἴερον φύτον,
καὶ σὲ τὴν ἐλέφαντος πολυμόχθω γεγενημέναν
δῶρον Νικιάας εἰς ἀλόχω χέρρας ὀπάσσομεν,
σὺν τῇ πόλλα μὲν ἔργ ̓ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,
πόλλα δ ̓ οἷα γυναικες φορέοισ ̓ ὑδάτινα βράκη,
δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
πέξαιντ ̓ αὐτοένει, Θευγενικός γ ̓ ἔννεκ ̓ ἐϋσφύρω·
οὕτως ἀνυσίεργος, φιλέει δ ̓ ὅσσα σαόφρονες.
οὐ γὰρ εἰς ἀκίδρας οὐδ ̓ ἐς ἀέργω κεν ἐβολλόμαν
ὄπασσαί σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὸ χθόνος.
καὶ γάρ τοι πάτρις, ἂν ὣξ Εφύρας κτίσσε ποτ' Αρχίας
νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν·
νῦν μὲν οἶκον ἔχοισ ̓ ἄνερος, ὃς πολλ ̓ ἐδάη σόφα
ἀνθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν,
οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδ ̓ Ἰαόνων,
ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλη,
καὶ οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχης ξένω.
κῆνο γάρ τις ἐρεῖ τὤπος ἴδων σ ̓· ἦ μεγάλα χάρις
δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.

THE SPOILS OF WAR

THEOCRITVS

Μαρμαίρει δὲ μέγας δόμος χάλκῳ· παῖσα δ ̓ ̓́Αρῃ κεκόσμηται στέγα

λάμπραισιν κυνίαισι, καττᾶν λεῦκοι καθίπερθεν ἵππιοι λόφοι

νεύοισιν, κεφάλαισιν ἄνδρων ἀγάλματα, χάλκιαι δὲ πασσάλοις

κρύπτοισιν περικείμεναι λάμπραι κνάμιδες, ἄρκος ἰσχύρω βέλευς,

θώρακές τε νέω λίνω κώϊλαί τε κατ ̓ ἄσπιδες βεβλή

μεναι·

πὰρ δὲ Χαλκίδικαι σπάθαι, πὰρ δὲ ζώματα πολλὰ καὶ κυπάσσιδες·

τῶν οὐκ ἔστι λάθεσθ', ἐπειδὴ πρώτιστ ̓ ὑπὸ ἔργον ἔσταμεν τόδε.

ALCEVS

414 ODE SUNG BY THE CHORUS OF THEBANS BEFORE THE DISCOVERY OF LAIUS' MURDERER

Τίς ὅντιν ̓ ἁ θεσπιέπεια Δελφίς εἶπε πέτρα

ἄρρητ ̓ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν ;
ὥρα νιν ἀελλάδων

ἵππων σθεναρώτερον
φυγα πόδα νωμᾶν.

ἔνοπλος γὰρ ἐπ ̓ αὐτὸν ἐπενθρώσκει

πυρὶ καὶ στεροπαῖς ἡ Διὸς γενέτας,

δειναὶ δ ̓ ἅμ ̓ ἕπονται

Κῆρες ἀναπλάκητοι·

ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα

φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ ̓ ἐχνεύειν

φοιτᾷ γὰρ ὑπ ̓ ἀγρίαν

λαν ἀνά τ ̓ ἄντρα καὶ

πέτρας ἅτε ταῦρος,

μέλεος μελέῳ ποδὶ χηρεύων,

τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων

μαντεία· τὰ δ ̓ ἀεὶ

ζῶντα περιποτᾶται.

SOPHOCLES

415 THE CONTEST FOR THE HAND OF DEIANIRA

Μέγα τι σθένος ὁ Κύπρις ἐκφέρεται νίκας ἀεί.
καὶ τὰ μὲν θεῶν

παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,
οὐδὲ τὸν ἔννυχον "Αιδαν,

* Ποσειδάωνα τινάκτορα γαίας

416

ἀλλ ̓ ἐπὶ τάνδ ̓ ἄρ ̓ ἄκοιτιν

τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων, τίνες
πάμπληκτα παγκόνιτά τ ̓ ἐξῆλθον ἄεθλ ̓ ἀγώνων.
ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
φάσμα ταύρου,

Αχελώος ἀπ ̓ Οἰνιαδᾶν, ὁ δὲ Βακχείας απο
ἦλθε παλίντονα Θήβας

τόξα καὶ λόγχας ρόπαλόν τε τινάσσων,
παῖς Διός· οἱ τότ ̓ ἀολλεῖς

ἴσαν ἐς μέσον ἱέμενοι λεχέων· μόνα δ'
εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.
τότ ̓ ἦν χερός, ἦν δὲ τόξων πάταγος,

ταυρείων τ ̓ ἀνάμιγδα κεράτων
ἦν δ ̓ ἀμφίπλεκτοι

κλίμακες, ἦν δὲ μετώπων ὀλόεντα
πλήγματα καὶ στόνος ἀμφοῖν.
ἃ δ ̓ εὐωπις ἁβρὰ

α

τηλαυγεῖ παρ ̓ ὄχθῳ

ἧστο, τὸν ὃν προσμένουσ ̓ ἀκοίταν.

THE UNFAILING DOOM OF SIN

Τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν

ὑπερβασία κατάσχοι;

τὰν οὔθ ̓ ὕπνος αἱρεῖ ποθ ̓ ὁ παντογήρως

οὔτ ̓ ἀκάματοι θεῶν

μῆνες· ἀγήρῳ δὲ χρόνῳ δυνάστας

κατέχεις Ολύμπου

μαρμαρόεσσαν αἴγλαν.

τό τ ̓ ἔπειτα, καὶ τὸ μέλλον

καὶ τὸ πρὶν ἐπαρκέσει

νόμος δ', οὐδὲν ἕρπειν

θνατῶν βιότῳ πάμπολύ γ' ἐκτὸς ἄτας.

ὁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς

πολλοῖς μὲν ἄνασις ἀνδρῶν,

πολλοῖς δ ̓ ἀπάτα κουφονόων ερώτων·

εἰδότι δ ̓ οὐδὲν ἔρπει,

SOPHOCLES

« ZurückWeiter »