Abbildungen der Seite
PDF
EPUB

Liturgia S. Clementis.

ΥΘΥΣ ὁ διάκονος λέγη σε μή τις τῶν κατηχουμένων. μή τις τῶν ἀκροωμένων· μή τις τῶν ἀπίστων. μή

Ε

τις τῶν ἑτεροδόξων. οἱ τὴν πρώτην εὐχὴν εὐχόμενοι προέλθετε. τὰ παιδία προσλαμβάνεσθε αἱ μητέρες. μή τις κατά τινος. μή τις ἐν ὑποκρίσει. ὀρθοὶ πρὸς κύριον 5 μετὰ φόβου καὶ τρόμου ἑστῶτες ὦμεν προσφέρειν.” ὧν γενομένων οἱ διάκονοι προσαγέτωσαν τὰ δῶρα τῷ ἐπισκόπῳ πρὸς τὸ θυσιαστήριον· καὶ οἱ πρεσβύτεροι ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ευωνύμων στηκέτωσαν, ὡς ἂν μαθηταὶ παρεστῶτες διδασκάλῳ. δύο δὲ διάκονοι ἐξ ἑκατέρων τῶν μερῶν τοῦ το θυσιαστηρίου κατεχέτωσαν ἐξ ὑμένων λεπτῶν ῥιπίδιον, ἢ πτερῶν ταῶνος, ἢ ἐθόνης· καὶ ἠρέμα ἀποσοβείτωσαν τὰ μικρὰ τῶν ἱπταμένων ζώων, ὅπως ἂν μὴ ἐγχρίμπτωνται εἰς τὰ κύπελλα. εὐξάμενος οὖν καθ ̓ ἑαυτὸν ὁ ἀρχιερεὺς ἅμα τοῖς ἱερεῦσι, καὶ λαμπρὰν ἐσθῆτα μετενδύς, καὶ στὰς 15 πρὸς τῷ θυσιαστηρίῳ, τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ μετώπου τῇ χειρὶ ποιησάμενος εἰς πάντας, εἰπάτω· “ ή χάρις τοῦ παντοκράτορος Θεοῦ, καὶ ἡ ἀγάπη τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος, ἔστω μετὰ πάντων ὑμῶν καὶ πάντες συμφώνως λεγέ- 20 τωσαν, “ ὅτι καὶ μετὰ τοῦ πνεύματός σου. καὶ ὁ ἀρχιε ρεύς· ἄνω τὸν νοῦν καὶ πάντες· ἔχομεν πρὸς τὸν κύριον.” καὶ ὁ ἀρχιερεύς· “ εὐχαριστήσωμεν τῷ κυρίῳ” καὶ πάντες ε ἄξιον καὶ δίκαιον.” καὶ ὁ ἀρχιερεὺς εἰ πάτων σε ἄξιον ὡς ἀληθῶς καὶ δίκαιον, πρὸ πάντων ἀν- 25

[ocr errors]

66

σε

υμνεῖν σε τὸν ὄντως ὄντα Θεόν, τὸν πρὸ τῶν γενητῶν ὄντα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· τὸν μόνον ἀγέννητον, καὶ ἄναρχον, καὶ ἀβασίλευτον, καὶ ἀδέ σποτον, τὸν ἀνενδεῆ. τὸν παντὸς ἀγαθοῦ χορηγόν, τὸν πάσης 5 αἰτίας καὶ γενέσεως κρείττονα, τὸν πάντοτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα· ἐξ οὗ τὰ πάντα, καθάπερ ἔκ τινος ἀφετηρίας, εἰς τὸ εἶναι παρῆλθεν. σὺ γὰρ εἶ ἡ ἄναρχος γνῶσις, ἡ ἀΐδιος ὅρασις, ἡ ἀγέννητος ἀκοή, ἡ ἀδίδακτος σοφία· ὁ πρῶτος τῇ φύσει, καὶ νόμος τῷ εἶναι, καὶ κρείτ 1ο των παντὸς ἀριθμοῦ. Ὁ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν διὰ τοῦ μονογενούς σου υἱοῦ· αὐτὸν δὲ πρὸ πάντων αιώνων γεννήσας βουλήσει, καὶ δυνάμει, καὶ ἀγαθότητι, ἀμεσιτεύτως, υἱὸν μονογενῆ, λόγον Θεόν, σοφίαν ζῶσαν, πρωτότοκον πάσης κτίσεως, ἄγγελον τῆς μεγάλης 15 βουλῆς σου, ἀρχιερέα σόν, βασιλέα δὲ καὶ κύριον πάσης νοητῆς καὶ αἰσθητῆς φύσεως, τὸν πρὸ πάντων, δι ̓ οὗ τὰ πάντα. σὺ γὰρ θεὲ αἰώνιε, δι' αὐτοῦ τὰ πάντα πεποίηκας, καὶ δι ̓ αὐτοῦ τῆς προσηκούσης προνοίας τὰ ὅλα ἀξιοῖς. δι' οὗ γὰρ τὸ εἶναι ἐχαρίσω, δι' αὐτοῦ καὶ τὸ εὖ εἶναι ἐδωρήσω. ὁ Θεὸς καὶ πατὴρ τοῦ μονογενοῦς υἱοῦ σου· ὁ δι ̓ αὐτοῦ πρὸ πάντων ποιήσας τὰ Χερουβὶμ καὶ τὰ Σερα φίμ, αἰῶνας τε καὶ στρατίας, δυνάμεις τε καὶ ἐξουσίας, ἀρχάς τε καὶ θρόνους, ἀρχαγγέλους τε καὶ ἀγγέλους· καὶ μετὰ ταῦτα πάντα, ποιήσας δι' αὐτοῦ τὸν φαινόμενον τοῦ 25 τον κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ· σὺ γὰρ εἶ ὁ τὸν οὐρα

20

~

νὸν ὡς καμάραν στήσας, καὶ ὡς δέρριν ἐκτείνας, καὶ τὴν γῆν ἐπ ̓ οὐδενὸς ἱδρύσας γνώμη μόνη ὁ πήξας στερέωμα, καὶ νύκτα καὶ ἡμέραν κατασκευάσας· ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν, καὶ τῇ τούτου στολῇ ἐπαγαγὼν τὸ σκότος, 30 εἰς ἀνάπαυλαν τῶν ἐν τῷ κόσμῳ κινουμένων ζώων· ὁ τὸν ἥλιον τάξας εἰς ἀρχὰς τῆς ἡμέρας, ἐν οὐρανῷ, καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτός, καὶ τὸν χορὸν τῶν ἀστέρων ἐν οὐρανῷ καταγράψας, εἰς αἶνον τῆς σῆς μεγαλοπρε πείας· ὁ ποιήσας ὕδωρ πρὸς πόσιν καὶ κάθαρσιν, ἀέρα

~

~

ζωτικὸν πρὸς εἰσπνοὴν καὶ φωνῆς ἀπόδοσιν διὰ γλώττης πληττούσης τὸν ἀέρα, καὶ ἀκοὴν συνεργουμένην ὑπ ̓ αὐτοῦ ὡς ἐπαΐειν εἰσδεχομένην τὴν προσπίπτουσαν αὐτῇ λαλιάν ὁ ποιήσας πῦρ πρὸς σκότους παραμυθίαν, πρὸς ἐνδείας ἀναπλήρωσιν, καὶ τὸ θερμαίνεσθαι ἡμᾶς καὶ φωτίζεσθαι 5 ὑπ ̓ αὐτοῦ· ὁ τὴν μεγάλην θάλασσαν χωρίσας τῆς γῆς, καὶ τὴν μὲν ἀναδείξας πλωτήν, τὴν δὲ ποσὶ βάσιμον ποιήσας, καὶ τὴν μὲν ζώοις μικροῖς καὶ μεγάλοις πληθύνας, τὴν δὲ ἡμέροις καὶ ἀτιθάσσοις πληρώσας, φυτοῖς τε διαφόροις στέψας, καὶ βοτάναις στεφανώσας, καὶ ἄνθεσι το καλλύνας, καὶ σπέρμασι πλουτίσας· ὁ συστησάμενος ἄβυσσον, καὶ μέγα κύτος αὐτῇ περιθείς, ἁλμυρῶν ὑδάτων σεσωρευμένα πελάγη, περιφράξας δὲ αὐτὴν πύλαις ἄμμου λεπτοτάτης· ὁ πνεύμασί ποτε μὲν αὐτὴν κορυφῶν εἰς ὀρέων μέγεθος, ποτὲ δὲ στρωννύων αὐτὴν ὡς πεδίον, καί ποτε μὲν 15 ἐκμαίνων χειμῶνι, ποτὲ δὲ πραΰνων γαλήνη, ὡς ναυσιπόροις πλωτῆροσιν εὔκολον εἶναι πρὸς πορείαν· ὁ ποταμοῖς δια ζώσας τὸν ὑπὸ σοῦ διὰ Χριστοῦ γενόμενον κόσμον, καὶ χειμάρροις ἐπικλύσας, καὶ πηγαῖς ἀεννάοις μεθύσας, ὄρεσι δὲ περισφίγξας εἰς ἕδραν άτρεμη γῆς ἀσφαλεστάτην. 20 ἐπλήρωσας γάρ σου τὸν κόσμον, καὶ διεκόσμησας αὐτὸν βοτάναις εὐόσμοις καὶ ἰασίμοις ζώοις πολλοῖς καὶ δια φόροις, ἀλκίμοις καὶ ἀσθενεστέροις, ἐδωδίμοις καὶ ἐνεργοῖς, ἡμέροις καὶ ἀτιθάσσοις· ἑρπετῶν συριγμοῖς, πτηνῶν ποικί λων κλαγγαῖς· ἐνιαυτῶν κύκλοις, μηνῶν καὶ ἡμερῶν ἀριθ- 25 μοῖς, τροπῶν τάξεσι. νεφῶν ὀμβροτόκων διαδρομαῖς, εἰς καρπῶν γονάς, καὶ ζώων σύστασιν, σταθμὸν ἀνέμων δια πνεόντων ὅτε προσταχθῶσι παρὰ σοῦ, τῶν φυτῶν καὶ τῶν βοτανῶν τὸ πλῆθος. καὶ οὐ μόνον τὸν κόσμον ἐδημιούργησας· ἀλλὰ καὶ τὸν κοσμοπολίτην ἄνθρωπον ἐν αὐτῷ 30 ἐποίησας, κόσμου κόσμον αὐτὸν ἀναδείξας. εἶπας γὰρ τῇ σῇ σοφίᾳ· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ. Διὸ καὶ πεποίηκας αὐτὸν

ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος σκεδαστοῦ· τῆς μὲν ἐκ τοῦ μὴ ὄντος, τοῦ δὲ ἐκ τῶν τεσσάρων στοιχείων· καὶ δέδωκας αὐτῷ, κατὰ μὲν τὴν ψυχήν, τὴν λογικὴν διάγνω σιν, εὐσεβείας καὶ ἀσεβείας διάκρισιν, δικαίου καὶ ἀδίκου 5 παρατήρησιν· κατὰ δὲ τὸ σῶμα τὴν πένταθλον ἐχαρίσω αἴσθησιν, καὶ τὴν μεταβατικὴν κίνησιν. σὺ γὰρ Θεὲ παντοκράτορ, διὰ Χριστοῦ παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς ἐφύτευσας, παντοίων φυτῶν ἐδωδίμων κόσμῳ, καὶ ἐν αὐτῷ ὡς ἂν ἐν ἑστίᾳ πολυτελεῖ εἰσήγαγες αὐτόν· κὰν τῷ ποιεῖν το νόμον δέδωκας αὐτῷ ἔμφυτον, ὅπως οἴκοθεν καὶ παρ ̓ ἑαυτοῦ ἔχοι τὰ σπέρματα τῆς θεογνωσίας. εἰσαγαγὼν δὲ εἰς τὸν τῆς τρυφῆς παράδεισον, πάντων μὲν ἀνῆκας αὐτῷ τὴν ἐξουσίαν πρὸς μετάληψιν, ἑνὸς δὲ μόνου τὴν γεῦσιν ἀπεῖπας ἐπ' ἐλπίδι κρειττόνων, ἵνα ἐὰν φυλάξῃ τὴν ἐντολήν, μισθὸν ταύ15 της τὴν ἀθανασίαν κομίσηται. ἀμελήσαντα δὲ τῆς ἐντολῆς, καὶ γευσάμενον ἀπηγορευμένου καρποῦ ἀπάτη ὄψεως καὶ συμβουλία γυναικός, τοῦ μὲν παραδείσου δικαίως ἐξῶσας αὐτόν, ἀγαθότητι δὲ εἰς τὸ παντελὲς ἀπολλύμενον οὐχ ὑπερεῖδες· σὸν γὰρ ἦν δημιούργημα· ἀλλὰ καθυποτάξας 20 αὐτῷ τὴν κτίσιν, δέδωκας αὐτῷ οἰκείοις ἱδρῶσι καὶ πόνοις πορίζειν ἑαυτῷ τὴν τροφήν, σοῦ πάντα φύοντος καὶ αὔξοντος καὶ πεπαίνοντος· χρόνῳ δὲ πρὸς ὀλίγον αὐτὸν κοιμίσας, ὅρκῳ εἰς παλιγγενεσίαν ἐκάλεσας· ὅρον θανάτου λύσας, ζωὴν ἐξ ἀναστάσεως ἐπηγγείλω. καὶ οὐ τοῦτο μόνον. ἀλλὰ 25 καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος ἀνάριθμον χέας, τοὺς ἐμμείναντάς σοι ἐδόξασας, τοὺς δὲ ἀποστάντας σου ἐκόλασας· καὶ τοῦ μὲν ̓Αβέλ, ὡς ὁσίου προσδεξάμενος τὴν θυσίαν, τοῦ δὲ ἀδελφοκτόνου Καὶν ἀποστραφεὶς τὸ δῶρον, ὡς ἐνα γους. καὶ πρὸς τούτοις τὸν Σήθ, καὶ τὸν Ἐνὼς προσελά 30 βου, καὶ τὸν Ἐνὼχ μετατέθεικας. σὺ γὰρ εἶ ὁ δημιουργός τῶν ἀνθρώπων, καὶ τῆς ζωῆς χορηγός, καὶ τῆς ἐνδείας πληρωτής· καὶ τῶν νόμων δοτήρ, καὶ τῶν φυλαττόντων αὐτοὺς μισθαποδότης, καὶ τῶν παραβαινόντων αὐτοὺς ἔκδικος. ὁ τὸν μέγαν κατακλυσμὸν ἐπαγαγὼν τῷ κόσμῳ

διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων, καὶ τὸν δίκαιον Νώε ῥυσάμενος ἐκ τοῦ κατακλυσμοῦ ἐν λάρνακι σὺν ὀκτὼ ψυχαῖς, τέλος μὲν τῶν παρῳχηκότων, ἀρχὴν δὲ τῶν μελλόντων ἐπιγίνεσθαι. ὁ τὸ φοβερὸν πῦρ κατὰ τῆς Σοδομηνῆς πενταπόλεως ἐξάψας, καὶ γῆν καρποφόρον εἰς ἅλμην θέμενος 5 ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, καὶ τὸν ὅσιον Λὼτ ἐξαρπάσας τοῦ ἐμπρησμοῦ. σὺ εἶ ὁ τὸν ̓Αβραὰμ ρυσάμενος προγονικῆς ἀσεβείας, καὶ κληρονόμον τοῦ κόσμου κατα στήσας, καὶ ἐμφανίσας αὐτῷ τὸν Χριστόν σου ὁ τὸν Μελχισεδέκ, ἀρχιερέα τῆς λατρείας προχειρισάμενος. ὁ το τὸν πολύτλαν θεράποντά σου Ἰὼβ νικητὴν τοῦ ἀρχεκάκου ὄψεως ἀναδείξας. ὁ τὸν Ἰσαὰκ ἐπαγγελίας υἱὸν ποιησά μενος. ὁ τὸν Ἰακὼβ πατέρα δώδεκα παίδων, καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος χέας, καὶ εἰσαγαγὼν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντα πέντε ψυχαῖς. σὺ κύριε, Ἰωσὴφ οὐχ ὑπερεῖ- 15 δες· ἀλλὰ μισθὸν τῆς διὰ σὲ σωφροσύνης ἔδωκας αὐτῷ τὸ τῶν Αἰγυπτίων ἄρχειν. σὺ κύριε, Ἑβραίους ὑπὸ Αἰγυπτίων καταπονουμένους οὐ περιεῖδες, διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν ἐπαγγελίας· ἀλλ ̓ ἐρρύσω, κολάσας Αἰγυπτίους. παραφθειράντων δὲ τῶν ἀνθρώπων τὸν φυσικὸν νόμον, καὶ τὴν κτίσιν, ποτὲ μὲν αὐτόματον νομισάντων, ποτὲ δὲ πλεῖον ἢ δεῖ τιμησάντων, καὶ σοὶ τῷ Θεῷ τῶν πάντων συνταττόντων· οὐκ εἴασας πλανᾶσθαι, ἀλλὰ ἀνα δείξας τὸν ἅγιόν σου θεράποντα Μωϋσῆν, δι ̓ αὐτοῦ πρὸς βοήθειαν τοῦ φυσικοῦ τὸν γραπτὸν νόμον δέδωκας, καὶ τὴν 25 κτίσιν ἔδειξας σὸν ἔργον εἶναι, τὴν δὲ πολύθεον πλάνην ἐξώρισας. τὸν ̓Ααρὼν καὶ τοὺς ἐξ αὐτοῦ ἱερατικῇ τιμῇ ἐδόξασας· Εβραίους ἁμαρτόντας ἐκόλασας, ἐπιστρέφοντας ἐδέξω· τοὺς Αἰγυπτίους δεκαπλήγῳ ἐτιμωρήσω· θάλασσαν διελών, Ισραηλίτας διεβίβασας· Αἰγυπτίους ἐπιδιώξαντας 30 ὑποβρυχίους ἀπώλεσας· ξύλῳ πικρὸν ὕδωρ ἐγλύκανας· ἐκ πέτρας ἀκροτόμου ὕδωρ ἀνέχεας· ἐξ οὐρανοῦ τὸ μάννα σας· τροφὴν ἐξ ἀέρος όρτυγομήτραν στῦλον πυρὸς τὴν νύκτα πρὸς φωτισμόν, καὶ στῦλον νεφέλης ἡμέραν προς

20

« ZurückWeiter »