Abbildungen der Seite
PDF
EPUB

i

σκιασμὸν θάλπους. τὸν Ἰησοῦν στρατηγὸν ἀναδείξας, ἑπτὰ ἔθνη Χαναναίων δι' αὐτοῦ καθεῖλες, Ἰορδάνην διέρρηξας, τους ποταμοὺς Ἠθὰμ ἐξήρανας, τείχη κατέρριψας άνευ μηχα νημάτων καὶ χειρὸς ἀνθρωπίνης. ὑπὲρ ἁπάντων σοι ἡ δόξα, 5 δέσποτα παντοκράτορ. σὲ προσκυνοῦσιν ἀνάριθμοι στρατιαὶ ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, δυνάμεων, στρατιῶν, αἰώνων· τὰ Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, ταῖς μὲν δυσὶ κατακαλύπτοντα τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰς κεφαλάς, ταῖς δὲ δυσὶ πετόμενα, καὶ το λέγοντα, ἅμα χιλίαις χιλιάσιν ἀρχαγγέλων, καὶ μυρίαις μυριάσιν ἀγγέλων, ἀκαταπαύστως καὶ ἀσιγήτως βοώ σαις καὶ πᾶς ὁ λαὸς ἅμα εἰπάτω· “ ἅγιος, ἅγιος, ἅγιος κύριος Σαβαώθ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ· εὐλογητὸς εἰς τοὺς αἰῶνας. αμήν.” καὶ ὁ 15 ἀρχιερεὺς ἑξῆς λεγέτω· “ ἅγιος γὰρ εἶ ὡς ἀληθῶς, καὶ πανάγιος, ὕψιστος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. ἅγιος δὲ καὶ ὁ μονογενής σου υἱὸς ὁ κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός· ὃς εἰς πάντα ὑπηρετησάμενός σοι τῷ Θεῷ αὐτοῦ καὶ πατρί, εἴς τε δημιουργίαν διάφορον, καὶ 20 πρόνοιαν κατάλληλον, οὐ περιεῖδε τὸ γένος τῶν ἀνθρώπων ἀπολλύμενον, ἀλλὰ μετὰ φυσικὸν νόμον, μετὰ νομικὴν παραίνεσιν, μετὰ προφητικοὺς ἐλέγχους, καὶ τὰς τῶν ἀγγέλων ἐπιστασίας, παραφθειρόντων σὺν τῷ θετῷ καὶ τὸν φυσικὸν νόμον, καὶ τῆς μνήμης ἐκβαλλόντων τὸν κατακλυ 25 σμόν, τὴν ἐκπύρωσιν, τὰς κατ' Αιγυπτίων πληγάς, τὰς κατὰ Παλαιστηνῶν σφαγάς, καὶ μελλόντων ὅσον οὐδέπω ἀπόλλυσθαι πάντων, εὐδόκησεν αὐτὸς γνώμη σῇ ὁ δημιουργὸς ἀνθρώπου, ἄνθρωπος γενέσθαι, ὁ νομοθέτης ὑπὸ νόμους, ὁ ἀρχιερεὺς ἱερεῖον, ὁ ποιμὴν πρόβατον, καὶ ἐξευμενίσατό σε τὸν ἑαυτοῦ Θεὸν καὶ πατέρα, καὶ τῷ κόσμῳ κατήλλαξε, καὶ τῆς ἐπικειμένης ὀργῆς τοὺς πάντας ἠλευθέρωσε, γενόμενος ἐκ παρθένου, γενόμενος ἐν σαρκί, ὁ Θεὸς λόγος, ὁ ἀγαπητὸς υἱός, ὁ πρωτότοκος πάσης κτίσεως, κατὰ τὰς περὶ αὐτοῦ ὑπ ̓ αὐτοῦ προρρηθείσας προφητείας ἐκ σπέρ

30

ματος Δαβίδ, καὶ ̓Αβραάμ, καὶ φυλῆς Ἰούδα· καὶ γέγονεν ἐν μήτρᾳ παρθένου ὁ διαπλάσσων πάντας τοὺς γενωμένους, καὶ ἐνσαρκώθη ὁ ἄσαρκος, ὁ ἀχρόνως γεννηθεὶς ἐν χρόνῳ γεγέννηται· πολιτευσάμενος ὁσίως καὶ παιδεύσας ἐνθέσμως, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐξ ἀνθρώπων ἀπελάσας, 5 σημεῖα τε καὶ τέρατα ἐν τῷ λαῷ ποιήσας· τροφῆς καὶ ποτοῦ καὶ ὕπνου μεταλαβών, ὁ τρέφων πάντας τοὺς χρήζοντας τροφῆς, καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας· ἐφανέρωσέ σου τὸ ὄνομα τοῖς ἀγνοοῦσιν αυτό, τὴν ἄγνοιαν ἐφυγάδευσε, τὴν εὐσέβειαν ἀνεζωπύρωσε, τὸ θέλημά σου το ἐπλήρωσε, τὸ ἔργον ὃ ἔδωκας αὐτῷ ἐτελείωσε· καὶ ταῦτα πάντα κατορθώσας, χερσὶν ἀνόμων κατασχεθείς, ἱερέων καὶ ἀρχιερέων ψευδωνύμων καὶ λαοῦ παρανόμου, προδοσίᾳ τοῦ τὴν κακίαν νοσήσαντος, καὶ πολλὰ παθὼν ὑπ ̓ αὐτῶν, καὶ πᾶσαν ἀτιμίαν ὑποστὰς σῇ συγχωρήσει, παραδοθεὶς Πι- 15 λάτῳ τῷ ἡγεμόνι, καὶ κριθεὶς ὁ κριτής, καὶ κατακριθεὶς ὁ σωτήρ, σταυρῷ προσηλώθη ὁ ἀπαθής, καὶ ἀπέθανεν ὁ τῇ φύσει ἀθάνατος, καὶ ἐτάφη ὁ ζωοποιός, ἵνα πάθους λύση καὶ θανάτου ἐξέληται τούτους δι ̓ οὓς παρεγένετο, καὶ ρήξη τὰ δεσμὰ τοῦ διαβόλου, καὶ ῥύσηται τοὺς ἀνθρώπους 20 ἐκ τῆς ἀπάτης αὐτοῦ· καὶ ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ· καὶ τεσσαράκοντα ἡμέρας ἐνδιατρίψας τοῖς μαθη ταῖς, ἀνελήφθη εἰς τοὺς οὐρανούς, καὶ ἐκαθέσθη ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ πατρὸς αὐτοῦ. μεμνημένοι οὖν ὧν δι' ἡμᾶς ὑπέμεινεν, εὐχαριστοῦμέν σοι, Θεὲ παντοκράτορ, οὐχ 25 ὅσον ὀφείλομεν, ἀλλ ̓ ὅσον δυνάμεθα, καὶ τὴν διάταξιν αὐτοῦ πληροῦμεν. ἐν ᾗ γὰρ νυκτὶ παρεδίδοτο, λαβὼν ἄρτον ταῖς ἁγίαις καὶ ἀμώμοις αὐτοῦ χερσί, καὶ ἀναβλέψας πρὸς σὲ τὸν Θεὸν αὐτοῦ καὶ πατέρα, καὶ κλάσας, ἔδωκε τοῖς μαθηταῖς, εἰπών· τοῦτο τὸ μυστήριον τῆς καινῆς δια- 30 θήκης λάβετε ἐξ αὐτοῦ, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου, τὸ περὶ πολλῶν θρυπτόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ὡσαύτως καὶ τὸ ποτήριον κεράσας ἐξ οἴνου καὶ ὕδατος, καὶ ἁγιάσας, ἐπέδωκεν αὐτοῖς, λέγων· πίετε ἐξ αὐτοῦ πάντες·

[ocr errors]

τοῦτό ἐστι τὸ αἷμά μου, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ πίνητε τὸ ποτήριον τοῦτο, τὸν θάνατον τὸν ἐμὸν καταγγέλλετε, ἄχρις 5 ἂν ἔλθω. μεμνημένοι τοίνυν του πάθους αὐτοῦ, καὶ τοῦ θανάτου, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἐπανόδου, καὶ τῆς μελλούσης αὐτοῦ δευτέρας παρ ρουσίας, ἐν ᾗ ἔρχεται μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα το αὐτοῦ, προσφερομέν σοι τῷ βασιλεῖ καὶ Θεῷ, κατὰ τὴν αὐτοῦ διάταξιν, τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο, εὐχαριστοῦντές σοι δι ̓ αὐτοῦ, ἐφ ̓ οἷς κατηξίωσας ἡμᾶς ἑστάναι ἐνώπιόν σου, καὶ ἱερατεύειν σοι· καὶ ἀξιοῦμέν σε, ὅπως εὐμενῶς ἐπιβλέψης ἐπὶ τὰ προκείμενα δῶρα 15 ταῦτα ἐνώπιόν σου, σὺ ὁ ἀνενδεής Θεός, καὶ εὐδοκήσης ἐπ ̓ αὐτοῖς εἰς τιμὴν τοῦ Χριστοῦ σου, καὶ καταπέμψης τὸ ἅγιόν σου Πνεῦμα ἐπὶ τὴν θυσίαν ταύτην, τὸν μάρ τυρα τῶν παθημάτων τοῦ κυρίου Ἰησοῦ, ὅπως ἀποφήνῃ τὸν ἄρτον τοῦτον σῶμα τοῦ Χριστοῦ σου, καὶ τὸ πο 20 τήριον τοῦτο αἷμα τοῦ Χριστοῦ σου, ἵνα οἱ μεταλαβόντες αὐτοῦ, βεβαιωθῶσι πρὸς εὐσεβείαν, ἀφέσεως ἁμαρτημάτων τύχωσι, τοῦ διαβόλου καὶ τῆς πλάνης αὐτοῦ ῥυσθῶσι, Πνεύ ματος ἁγίου πληρωθῶσιν, ἄξιοι τοῦ Χριστοῦ σου γένωνται, ζωῆς αἰωνίου τύχωσι, σοῦ καταλλαγέντος αὐτοῖς, δέσποτα 25 παντοκράτορ. ἔτι δεόμεθά σου, κύριε, καὶ ὑπὲρ τῆς ἁγίας σου ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, ὅπως αὐτὴν διαφυλάξης άσειστον καὶ ἀκλυδώνιστον, ἄχρι τῆς συντελείας τοῦ αἰῶνος· καὶ ὑπὲρ πάσης ἐπισκοπῆς τῆς ὀρθοτο 30 μούσης τὸν λόγον τῆς ἀληθείας. ἔτι παρακαλῶμέν σε καὶ ὑπὲρ τῆς ἐμῆς τοῦ προσφέροντός σοι οὐδενίας, καὶ ὑπὲρ παντὸς τοῦ πρεσβυτερίου, ὑπὲρ τῶν διακόνων καὶ παντὸς τοῦ κλήρου, ἵνα πάντας σοφίσας, Πνεύματος ἁγίου πληρώ σης. ἔτι παρακαλοῦμέν σε, κύριε, ὑπὲρ τοῦ βασιλέως,

~

καὶ τῶν ἐν ὑπεροχῇ καὶ παντὸς τοῦ στρατοπέδου, ἵνα εἰρηνεύωνται τὰ πρὸς ἡμᾶς, ὅπως ἐν ἡσυχίᾳ καὶ ὁμονοία διάγοντες τὸν πάντα χρόνον τῆς ζωῆς ἡμῶν, δοξάζωμέν σε διὰ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν. ἔτι προσφέρομέν σοι καὶ ὑπὲρ πάντων τῶν ἀπ ̓ αἰῶνος εὐαρεστησάντων σοι 5 ἁγίων, πατριαρχῶν, προφητῶν, δικαίων, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, ἐπισκόπων, πρεσβυτέρων, διακόνων, ὑποδιακόνων, ἀναγνωστῶν, ψαλτῶν, παρθένων, χηρῶν, λαϊ κῶν, καὶ πάντων ὧν αὐτὸς ἐπίστασαι τὰ ὀνόματα. ἔτι προσφέρομέν σοι ὑπὲρ τοῦ λαοῦ τούτου, ἵνα ἀναδείξῃς αὐτὸν το εἰς ἔπαινον τοῦ Χριστοῦ σου βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον· ὑπὲρ τῶν ἐν παρθενίᾳ καὶ ἁγνείᾳ, ὑπὲρ τῶν χηρῶν τῆς ἐκκλησίας, ὑπὲρ τῶν ἐν σεμνοῖς γάμοις καὶ τεκνογον ίαις, ὑπὲρ τῶν νηπίων τοῦ λαοῦ σου, ὅπως μηδένα ἡμῶν ἀπόβλητον ποιήσης· ἔτι ἀξιοῦμέν σε καὶ ὑπὲρ τῆς πόλεως 15 ταύτης καὶ τῶν ἐνοικούντων, ὑπὲρ τῶν ἐν ἀρρωστίαις, ὑπὲρ τῶν ἐν πικρᾷ δουλείᾳ, ὑπὲρ τῶν ἐν ἐξορίαις, ὑπὲρ τῶν ἐν δημεύσει, ὑπὲρ πλεόντων καὶ ὁδοιπορούντων· ὅπως ἐπίκουρος γένη πάντων, βοηθὸς καὶ ἀντιλήπτωρ. ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν μισούντων ἡμᾶς καὶ διωκόντων ἡμᾶς 20 διὰ τὸ ὄνομά σου, ὑπὲρ τῶν ἔξω ὄντων καὶ πεπλανημένων ὅπως ἐπιστρέψης αὐτοὺς εἰς ἀγαθόν, καὶ τὸν θυμὸν αὐτῶν πραΰνης. ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν κατηχου μένων τῆς ἐκκλησίας, καὶ ὑπὲρ τῶν χειμαζομένων ὑπὸ τοῦ ἀλλοτρίου, καὶ ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν ἡμῶν· ὅπως 25 τοὺς μὲν τελειώσῃς ἐν τῇ πίστει, τοὺς δὲ καθαρίσῃς ἐκ τῆς ἐνεργείας τοῦ πονηροῦ, τῶν δὲ τὴν μετάνοιαν προσδέξῃ, καὶ συγχωρήσῃς καὶ αὐτοῖς καὶ ἡμῖν τὰ παραπτώματα ἡμῶν. ἔτι προσφερομέν σοι καὶ ὑπὲρ τῆς εὐκρασίας τοῦ ἀέρος καὶ τῆς εὐφορίας τῶν καρπῶν· ὅπως ἀνελλειπῶς μεταλαμ- 30 βάνοντες τῶν παρὰ σοῦ ἀγαθῶν, αἰνῶμέν σε ἀπαύστως, τὸν διδόντα τροφὴν πάση σαρκί. ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν δι εὔλογον αἰτίαν ἀπόντων· ὅπως ἅπαντας ἡμᾶς διατηρήσας ἐν τῇ εὐσεβείᾳ, ἐπισυναγάγης ἐν τῇ βασιλείᾳ

U

ΤΟ

τοῦ Χριστοῦ σου, τοῦ Θεοῦ πάσης αἰσθητῆς καὶ νοητῆς φύσεως, τοῦ βασιλέως ἡμῶν, ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους· ὅτι σοι πᾶσα δόξα, σέβας καὶ εὐχαριστία, τιμὴ καὶ προσκύνησις, τῷ πατρί, καὶ τῷ υἱῷ, καὶ τῷ ἁγίῳ 5 πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς ἀνελλειπεῖς καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων.” καὶ πᾶς ὁ λαὸς λεγέτω “ ἀμήν.” καὶ ὁ ἐπίσκοπος εἰπάτω· “ ἡ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ πάντων ὑμῶν.” καὶ πᾶς ὁ λαὸς λεγέτω· “καὶ μετὰ τοῦ πνεύματός σου. καὶ ὁ διάκονος κηρυσσέτω πάλιν.

~

“Ετι καὶ ἔτι δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ, ὑπὲρ τοῦ δώρου τοῦ προσκομισθέντος κυρίῳ τῷ Θεῷ, ὅπως ὁ ἀγαθὸς Θεὸς προσδέξηται αὐτὸ διὰ τῆς μεσιτείας τοῦ Χριστοῦ αὐτοῦ εἰς τὸ ἐπουράνιον αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας. ὑπὲρ τῆς ἐκκλησίας ταύτης καὶ τοῦ λαοῦ 15 δεηθῶμεν, ὑπὲρ πάσης ἐπισκοπῆς, παντὸς πρεσβυτερίου, πάσης τῆς ἐν Χριστῷ διακονίας καὶ ὑπηρεσίας, παντὸς τοῦ πληρώματος τῆς ἐκκλησίας δεηθῶμεν· ὅπως ὁ κύριος πάντας διατηρήσῃ καὶ διαφυλάξη. ὑπὲρ βασιλέων καὶ τῶν ἐν ὑπεροχῇ δεηθῶμεν· ἵνα εἰρηνεύωνται τὰ πρὸς ἡμᾶς, 20 ὅπως ἤρεμον καὶ ἡσύχιον βίον ἔχοντες, διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. τῶν ἁγίων μαρτύρων μνημονεύ σωμεν ὅπως κοινωνοὶ γενέσθαι τῆς ἀθλήσεως αὐτῶν καταξιωθῶμεν. ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων δεηθῶμεν. ὑπὲρ τῆς εὐκρασίας τῶν ἀέρων καὶ τελεσφορίας τῶν 25 καρπῶν δεηθῶμεν. ὑπὲρ τῶν νεοφωτίστων δεηθῶμεν, ὅπως βεβαιωθῶσιν ἐν τῇ πίστει. πάντες ὑπ ̓ ἄλλων παρακαλέσθωσαν. ἀνάστησον ἡμᾶς ὁ Θεὸς ἐν τῇ χάριτι σου· ἀναστάντες ἑαυτοὺς τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.” καὶ ὁ ἐπίσκοπος λεγέτω· “ὁ Θεὸς ὁ μέγας καὶ 30 μεγαλώνυμος, ὁ μέγας τῇ βουλῇ, καὶ κραταιὸς τοῖς ἔργοις, ὁ Θεὸς καὶ πατὴρ τοῦ ἁγίου παιδός σου Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸ ποίμνιόν σου τοῦτο, ὃ δι' αὐτοῦ ἐξελέξω εἰς δόξαν τοῦ ὀνόματός σου, καὶ ἁγιάσας ἡμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καταξίωσον καθα

« ZurückWeiter »