Abbildungen der Seite
PDF
EPUB

τὸ βιβλίον, δικαίως, εἶπε, καλεῖσθε Βοιωτοί· βοῶν γὰρ

ὦτα ἔχετε.

Αναξαγόρου.

Αναξαγόρας 1 Ηγησιβούλου Κλαζομένιος, δύο ἔλεγε διδασκαλίας εἶναι θανάτου, τόν τε πρὸ τοῦ γενέσθαι χρόνον, καὶ τὸν ὕπνον.

Ὁ αὐτός 2 πρῶτος τῇ ὕλῃ νοῦν ἐπέστησεν, ἀρξάμε νος οὕτω τοῦ συγγράμματος, ὅ ἐστιν ἡδέως καὶ μεγαλοφρόνως ἡρμηνευμένον 3, πάντα χρήματα ἦν ὁμοῦ, εἶτα νοῦς ἐλθὼν αὐτὰ διεκόσμησε, παρὸ καὶ νοῦς ἐκλήθη και φησι περὶ αὐτοῦ Τίμων ἐν τοῖς σίλλοις οὕτω

Καί που ̓Αναξαγόρην φασ ̓ ἔμμεναι ἄλκιμον ἥρω 4, Νοῦν, ὅτι δὴ νόος αὐτῷ, ὃς ἐξαπίνης ἐπαγείρας Πάντα συνεσφήκωσεν ὁμοῦ τεταραγμένα πρόσθεν.

Ὁ αὐτὸς 5 πρὸς τὸν εἰπόντα, οὐδέν σοι μέλλει τῆς πατρίδος, ἔφη, ἐμοὶ γὰρ καὶ σφόδρα μέλλει, δείξας τὸν οὐρανόν.

Αυτόν φασι 6 προειπεῖν τὴν περὶ Αιγός ποταμοὺς γενομένην τοῦ λίθου πτῶσιν, ὃν εἶπεν ἐκ τοῦ ἡλίου πεσεῖσθαι, ὅθεν καὶ Εὐριπίδην, μαθητὴν ὄντα αὐτοῦ, χρυσέαν βῶλον εἰπεῖν τὸν ἥλιον ἐν τῷ Φαέθοντι.

Ὁ αὐτὸς 7 πρὸς τὸν εἰπόντα, εἰ τὰ ἐν Λαμψάκῳ ὄρη ἔσται ποτὲ θάλαττα, ἔφη, εάν γε 8 ὁ χρόνος μὴ ὑπολείπῃ.

̔Ο αὐτὸς 9 πρὸς τὸν εἰπόντα, ἐστερήθης Αθηναίων, οὐμενοῦν, ἔφη, ἀλλ ̓ ἐκεῖνοι ἐμοῦ.

1) Stob. 120. 19.

2) Diog. Laërt. II. segm. 6. 5) Impr. ἑρμημένον.

4) Codd. et impr. corruptos exhibent hos versus. ποῦ ̓Αναξαγόρην φὴς ἔμμεναι ἄλκιμον ἡρώνουν ὅτι δὴ νέος αὐτῷ, ὡς

ἐξαπίνης ἐπεγείρας. Pro φής Laur. et impr. φάς.

5) Diog. segm. 7.

6) Segm. 10. Laur. φασὶν αὐτόν. 7) Segm. 10.

8) γε Mosc. om., recepi ex Laur. et impr.

9) Segm. 10.

̔Ο αὐτὸς το ἐρωτηθεὶς, εἰς τί γεγένηται, εἰς θεω φίαν, ἔφη, ηλίου καὶ σελήνης καὶ οὐρανοῦ.

[blocks in formation]

Αντίγονος προς τινα μακαρίζουσαν αὐτὸν γραῦν, εἰ ᾔδεις, ὦ μῆτερ, ἔφη, ὅσων κακῶν ἐστι μεστὸν τουτὶ τὸ ῥάκος, δείξας τὸ διάδημα, οὐκ ἂν ἐπὶ κοπρίας αὐτὸ κεί μενον ἐβάστασας.

Αναχά ρσιδος.

12

Ανάχαρσις ὁ Γνούρου Σκύθης ἐρωτηθεὶς, πῶς οὐκ ἄν τις γένοιτο φιλοπότης, εἰ πρὸ ὀφθαλμῶν ἔχει τὰς τῶν μεθυόντων ἀσχημοσύνας, εἶπεν.

Ὁ αὐτὸς 13 μαθὼν τέτταρας δακτύλους εἶναι τὸ πάν χος τῆς νεώς, τοσοῦτον, ἔφη, τοῦ θανάτου τοὺς πλέοντας ἀπέχειν.

Ὁ αὐτὸς 14 τὸ ἔλαιον μανίας φάρμακον ἔλεγε διὰ τὸ ἀλειφομένους τοὺς ἀθλητὴς ἐπιμαίνεσθαι ἀλλήλοις.

Ὁ αὐτὸς 15 θαυμάζειν ἔλεγε, πῶς οἱ Ἕλληνες ἀπα γορεύοντες μὴ ψεύδεσθαι, ἐν ταῖς καπηλείαις φανερῶς ψεύδονται.

17

Ὁ αὐτὸς 16 ἔφη, γλώσσης, γαστρός, αἰδοίων κρατεῖν. Ὁ αὐτὸς ἐρωτηθεὶς τίνα τῶν πλοίων εἰσὶν ἀσφα λέστερα, ἔφη τὰ νενεωλκημένα.

Ὁ αὐτὸς ἐρωτηθεὶς, διὰ τίνα αἰτίαν οἱ ἄνθρωποι λυποῦνται πάντοτε, ἔφη, ὅτι οὐ μόνον αὐτοὺς τὰ ἴδια κακὰ λυπεῖ, ἀλλὰ καὶ τὰ ἀλλότρια ἀγαθά.

10) Segm. 10.

11) Stob. Τ. 49. 20.

12) In Diog. Laërt. I. segm. 105. Stob. Τ. 18. 55. Ανάχαρ σις, ἔφη, ἐρωτηθείς, πῶς ἄν τις μὴ μεθύσκοιτο εἰ, φησὶν, ὁρών τοὺς μεθύοντας, οἷα ποιοῦσιν.

13) Diog. segm. 105.

14) Segm. 104.

15) Segm. 104.

1

16) Segm. 104. Laur. Aráχαρσις ἔφη.

17) Segm. 104. Apogr. Dresd. et impr. νεωκείμενα. praebet.

̔Ο αὐτὸς 18 ἐρωτηθείς, πότεροι πλείους εἰσὶν, οἱ ζῶντες, ἢ οἱ νεκροὶ, τοὺς οὖν πλέονας 19, ἔφη, ποῦ τί θης.

20

̔Ο αὐτὸς 30 ὀνειδιζόμενος ὑπὸ ̓Αττικοῦ, ὅτι Σσκύ θης ἐστὶν, ἀλλ ̓ ἐμοὶ μὲν ὄνειδος, εἶπεν, ἡ πατρὶς, σὺ δὲ τῆς πατρίδος.

[blocks in formation]

ἔλεγε, κρεῖττον ἕνα φίλον ἔχειν πολλοῦ

ἄξιον, ἢ πολλοὺς μηδενὸς ἀξίους.

̔Ο αὐτὸς 23 τὴν ἀγορὰν εὑρισμένον ἔφη τόπον εἰς τὸ ἀλλήλους ἀπατᾷν καὶ πλεονεκτεῖν.

̔Ο αὐτὸς 44 ὑπὸ μειρακίου παρὰ πότον ὑβρισθεὶς ἔφη, μειράκιον, ἐὰν νέος ὢν, τὸν οἶνον μὴ φέρῃς, γέρων γενόμενος ὕδωρ οἴσεις.

Εὗρε 25 δ ̓ ἐς βίον ἄγκυραν καὶ κεραμεικὸν τροχόν.

Φασί 26 ποτε τοῦτον κοιμώμενον κατέχειν τῇ μὲν δε ξιᾷ τὸ στόμα, τῇ δὲ λαιᾷ τὰ αἰδοῖα, αἰνιττόμενον, δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν 27.

Αντισθένους.

Αντισθένης ', Αντισθένους Αθηναῖος, μὴ ὢν ἶθαγενὴς καὶ ὀνειδιζόμενος εἶπε, καὶ ἡ μήτηρ τῶν θεῶν

[blocks in formation]

25) Segm. 105. De inventione rotae figulinae vide praeter interpr. Diogenis Bach. ad Critiae fragm. p. 55. Schol. ad Pind. Olymp. XIII. 28.

26) Clem. Strom. V. 8. p. 672. 10. in Laur. non est.

27) Impress. addit: ἢ ἡδο νῆς. Inter apophthegmata Codicis Vat. CLI. legitur: 'Ανάχαρσις ἔλεγεν, ὅταν ἐπαινῶούν με πολλοί, τότε νομίζω μηδενὸς ἄξιος εἶναι, ὅταν δὲ ὀλίγοι, σπουδαῖον ἄνθρωπον.

1) Diog. Laërt. VI. segm. 1.

Φρυγία ἐστίν. Εδόκει γὰρ εἶναι Θράττης μητρός· ὅθεν καὶ ἐν Τανάγρα κατὰ τὴν μάχην εὐδοκιμήσας, ἐδοκε λέ γειν Σωκράτει, ὡς οὐκ ἂν ἐκ δυοῖν Αθηναίων οὕτως ἐγεγόνει γενναῖος.

2

̔Ο αὐτὸς 3 πρῶτος τὸν λόγον ὡρίσατο εἰπων, λόγος ἐστὶν ὁ τὸ, τί ἦν ἢ ἐστι, δηλῶν.

̔Ο αὐτὸς 4 πρὸς τὸ Ποντικὸν μειράκιον μέλλον φοι τῶν αὐτῷ, καὶ πυθόμενον, τίνων αὐτῷ δεῖ, φησὶ, βιβλαρίου καὶ νοῦ, καὶ γραφείου 5 καὶ νοῦ, καὶ πινακιδίου καὶ τοῦ· τὸν νοῦν παρεμφαίνων.

̔Ο αὐτός ο μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος, ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἀγαθῶν ἐν "Αιδου μετέχουσι· τί οὖν, ἔφη, οὐκ ἀποθνήσκεις;

̔Ο αὐτὸς 7 ἐρωτηθείς, διατί ὀλίγους έχει μαθητάς, ὅτι ἀργυρές, ἔφη, αὐτοὺς ἐκβάλλω ῥάβδο.

Ο αὐτὸς 8 ἐρωτηθείς, τί μακαριώτερον ἐν ἀνθρώ τα ποις, ἔφη, εὐτυχοῦντα ἀποθανεῖν.

[ocr errors]

̔Ο αὐτὸς 9 γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυραμένου, ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, ἔδει γάρ, ἔφη, ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν ταῖς χάρταις καταγράφειν.

̔Ο αὐτὸς 10 ἔλεγε τοὺς βουλομένους ἀθανάτους εἶναι ἶπε δεῖν τὴν εὐσεβῶς καὶ δικαίως.

[ocr errors][merged small][merged small][merged small][ocr errors][merged small][merged small]

̔Ο αὐτὸς

[ocr errors]

εἶπε, τότε τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. ̔Ο αὐτὸς ἔφη, ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ὑπὸ τοῦ ἰδίου ἤθους τοὺς φθονεροὺς κατεσθίε

σθαι.

12

[blocks in formation]

̔Ο αὐτὸς 13 εἶπεν, ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς τείχους ἰσχυροτέραν εἶναι.

α

Ὁ αὐτὸς 14 τοιαῦτα ἔφη δεῖν ἐφόδια ποιεῖσθαι, ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει.

̔Ο αὐτὸς 15 ἔσκωπτε Πλάτωνα ὡς τετυφωμένον, πομπῆς οὖν γενομένης ἵππον θεασάμενος φρυακτὴν, φησὶ πρὸς Πλάτωνα, ἐδόκεις μοι καὶ σὺ ἵππος ἂν εἶναι λαμπρυντής. Τοῦτο δὲ εἶπεν, ἐπεὶ συνεχῶς ὁ Πλάτων Ἵππων 16 ἐπήνει. Καί ποτε ἐλθὼν πρὸς αὐτὸν νοσοῦντα, καὶ θεασάμενος λεκάνης, ἔνθα ὁ Πλάτων ἐμημέκει, ἔφη, χολὴν μὲν ὁρῶ ἐνταῦθα, τύφον δὲ οὐχ ὁρῶ.

̔Ο αὐτὸς 17 ἐρωτηθεὶς ὑπὸ Σωκράτους, καθάφησι Φανίας ἐν τῷ περὶ τῶν Σωκρατικῶν, τί ποιῶν καλὸς κατ γαθὸς ἔσοιτο, ἔφη, εἰ τὰ κακὰ 18, ἃ ἔχεις, ὅτι φευκτά ἐστι, μάθοις παρὰ τῶν εἰδότων.

Ὁ αὐτὸς 19 Ποντικοῦ νεανίσκου πολυωρήσειν αὐτὸν ἐπαγγελλομένου, εἰ τὸ πλοῖον ἀφίκοιτο τῶν ταρίχων, λα βὼν αὐτὸν καὶ θύλακον κενὸν πρὸς ἀλφιτόπωλιν ἧκε, καὶ σαξάμενος ἀπῄει· τῆς δὲ αἰτούσης τὸ διάφορον, ὁ νεανί σκος, ἔφη, ἐὰν τὸ πλοῖον αὐτοῦ τῶν ταρίχων ἀφίκηται.

̔Ο αὐτὸς 20 διδακτικὴν ἀπεδείκνυε τὴν ἀρετὴν, καὶ τοὺς αὐτοὺς εὐγενεῖς τοὺς καὶ ἐναρέτους· αὐτάρκη δὲ τὴν ἀρετὴν πρὸς εὐδαιμονίαν μηδενὸς προςδεομένην, ὅτι μὴ Σωκρατικῆς ἰσχύος. Τήν τε ἀρετὴν τῶν ἔργων εἶναι, μὴ λόγων πλείστων δεομένην, μήτε μαθημάτων· αὐτάρκη τε εἶναι τὸν σοφόν· πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων, τήν τε ἀδοξίαν ἀγαθὸν, καὶ ἴσον τῷ πόνῳ, καὶ τὸν σο

[blocks in formation]
« ZurückWeiter »