Abbildungen der Seite
PDF
EPUB
[ocr errors]

Αρκεσιλάου, φησὶ, τὸ παίγνιον· ἀλλὰ καὶ ἄλλοτε χιλίας δραχμὰς ἀπέστειλεν.

̔Ο αὐτὸς πρὸς 4 τὸν πυθόμενον, διατί ἐκ μὲν τῶν ἄλλων μεταβαίνουσιν εἰς τὴν Ἐπικούρειον, ἐκ δὲ τῶν Ἐπικουρείων οὐδέποτε, ἔφη, ἐκ μὲν γὰρ ἀνδρῶν Γάλλοι γίνονται, ἐκ δὲ Γάλλων ἄνδρες οὐ γίνονται.

̔Ο αὐτὸς, ὡς φησιν Απολλόδωρος, ἔλεγεν, ὥσπερ ὅπου φάρμακα πολλὰ καὶ ἰατροὶ πολλοὶ, ἐνταῦθα νόσοι πλεῖσται, οὕτω καὶ, ὅπου νόμοι πλεῖστοι, ἐκεῖ εἶναι καὶ ἀδικίαν μεγίστην.

Διογένους 5 Μαρτίου ἐπίγραμμα εἰς ̓Αρκεσίλαον. Αρκεσίλαε, τί μοί τι τοσοῦτον ἄκρητον ἀφειδῶς Ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν 6; Οἰκτείρω σ ̓ οὐ τόσσον, ἐπεὶ θάνες, ἀλλ ̓ ὅτι Μούσας Ὕβρισας, οὐ μετρίῃ χρησάμενος κύλικι.

Σιμωνίδου 7 ἐπίγραμμα εἰς ̓Αρκεσίλαον αγαλμα
τοποιόν.

Αρτέμιδος τόδ' ἄγαλμα, διηκόσιαι· γὰρ ὁ μιστὸς
Δραχμαί του Πάριαι 8, τῶν δ ̓ ἐπίσημ' "Αρατος.

Ασκητὸς ποίησεν Αθηναίης παλάμησιν

Αξιος Αρκεσίλας, υἱὸς ̓Αριστοδίκου 9.

Αριστοτέλους.

Αριστοτέλης *, ὁ Νικομάχου καὶ Φεστίδος ", τὴν

[blocks in formation]

φιλίαν ὡρίζετο ιδότητα εὐνοίας ἀντίστροφον· ταύτης δὲ τὴν μὲν εἶναι συγγενικὴν, τὴν δὲ ἐρωτικὴν, τὴν δὲ ξενι κήν· εἶναι δὲ καὶ τὸν ἔρωτα μὴ μόνον συνουσίας, ἀλλὰ καὶ φιλοσοφίας.

Ὁ αὐτὸς 3 ὀνειδιζόμενος, ὅτι πονηρῷ ἀνθρώπῳ ἐλεη μοσύνην ἔδωκεν, οὐ τὸν τρόπον, εἶπεν, ἀλλὰ τὸν ἄνθρω που ηλέησα.

̔Ο αὐτὸς 4 ἐρωτηθείς, διατί μέγας ὢν, μικρὰν ἔγημε γυναῖκα, εἶπε, τοῦ κακοῦ ἐκλογὴν ποιησάμενος τὸ ἐλάχι στον ἡρετισάμην.

̔Ο αὐτὸς 5 συνεχῶς ἔλεγεν, ὡς ἡ μὲν ὅρασις ἀπὸ τοῦ περιέχοντος αέρος λαμβάνει τὸ φῶς, ἡ δὲ ψυχὴ ἀπὸ τῶν μαθημάτων.

6

̔Ο αὐτὸς ὁ τῆς παιδείας ἔφη, τὰς μὲν ρίζας εἶναι πικρὰς, τὸν δὲ καρπὸν γλυκύν.

7

̔Ο αὐτὸς ' ἐρωτηθεὶς, τί γηράσκει ταχύ, χάρις, ἔφη. ̔Ο αὐτὸς ἐρωτηθεὶς, τί ἐστιν ἐλπὶς, ἐγρηγορότος εἶ πεν ἐνύπνιον.

* ̔Ο αὐτὸς τριῶν ἔφη δεῖν παιδείς, φύσεως, μαθήσεως, ἀσκήσεως.

̔Ο αὐτὸς 8 Σωκράτην μὲν ἔλεγεν ὀλιγοχρόνιον τυραν νίδα, Πλάτωνα δὲ προτέρημα φύσεως, Θεόφραστον σιω

εὐεργετεῖν, ἔφη.

6) In Mosc. deest: recepi ex Laur. et impr.

7) Hoc apophth. et duo sqq. ex segm. 18.

5) Segm. 17. Stob. Τ. 57. ] θρωπος ἔχει ὅμοιον θεῷ, τὸ 52. Αριστοτέλης ὁ φιλόσοφος αἰτ τηθείς ποτε ἔραιον ὑπὸ μοχθη ροῦ, καὶ παρασχόμενος, ἐπειδὴ ἐπελάβετό τις αὐτοῦ, ὅτι τοιούτῳ ἔδωκεν, οὐ τῷ ἀνθρώπῳ, ἔφη, ἀλλὰ τῷ ἀνθρωπίνῳ. Cfr. Diog. segm. 20. Idem est in apophth. Cod. Vat. CLI. ἐπεκούρησεν ποτέ τινι Αριστοτέλης ἐπαιτήσαντι αὐτὸν, καί τις πρὸς αὐτὸν εἶπεν, ὡς πονηρὸς εἴη ἄνθρωπος, ἀλλ ̓ οὐ τῷ ἀνθρώπῳ ἔδωκά, φησιν, ἀλλὰ τῷ ἀνθρωπίνῳ. ibid. Αριστοτέλης ἐρωτώμενος, τί ἄν

8) De pulcritudine haec ab istis philosophis dicta sunt. Vid. Diog. Laërt. L. V. segm. 19. Illo in loco displicet mihi Casauboni correctio, qui Aristoteli tribuit, δῶρον εὐμορφίαν pro εὐμορφίας. Debuisset cor rigere δώρον τὴν εὐμορφίαν. Sed sententia etiam frigidiuscula vi

[ocr errors]

τῶσαν ἀπάτην, Θεόκριτον ἐλεφαντίνην ζημίαν, Καρνεά δὴν ἀδορυφόρητον βασιλείαν.

̔Ο αὐτὸς 9 ἐρωτηθεὶς, τίνι διαφέρουσιν οἱ πεπαι– δευμένοι τῶν ἀπαιδεύτων, ὅσῳ, εἶπεν, οἱ ζῶντες τῶν

τεθνεώτων.

[ocr errors]

Ὁ αὐτὸς 10 ερωτηθεὶς, τί ἐστι φίλος, ἔφη, μία ψυ τὰ ἐν δύο σώμασιν οἰκοῦσα.

̔Ο αὐτὸς κ τῶν ἀνθρώπων ἐλεγε τοὺς μὲν οὕτω φείδεσθαι, ὡς ἀεὶ ζησομένους, τοὺς δὲ οὕτως ἀναλίσκειν, ὡς αὐτίκα τεθνηξομένους.

̔Ο αὐτὸς 12 ἐρωτηθεὶς, τί ποτε αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ ἀνεπιτάκτως ποιεῖν, ἅ τινες διὰ τὸν ἀπὸ τῶν νόμων φόβον ποιοῦσιν.

Ὁ αὐτὸς 13 ἐρωτηθεὶς, πῶς ἂν προκόπτοιεν οἱ μα θηταὶ, ἔφη, ἐὰν τοὺς προέχοντας διώκοντες, τοὺς ὑστε ροῦντας μὴ ἀναμένωσιν.

̔Ο αὐτὸς τὸν ἐν νόσῳ διαθήκας γράφοντα ἔφη πα ραπλήσια πάσχειν τοῖς ἐν χειμῶνι θαλαττίῳ εὐτρεπίζειν ἀρχομένοις τὰ τῆς νηὸς ὅπλα.

Ὁ αὐτὸς εἶπεν· ἐπιτήδειος εἰς 14 φιλίαν ὁ πλεῖστα ἀδικεῖσθαι δυνάμενος.

Ὁ αὐτὸς βλασφημούμενος ὑπὸ ἀνθρώπου ἀσελγούς, ἔφη, σὺ καὶ ἀκούεις τὰ κακὰ ῥᾳδίως καὶ λέγεις· ἐμοὶ δὲ λέγειν ἄηθες καὶ ἀκούειν ἀηθές.

̔Ο αὐτὸς ἐν τῷ σοφιστῇ φησι, πρῶτον Εμπεδοκλέα ῥητορικὴν εὑρεῖν, Ζήνωνα δὲ διαλεκτικὴν, ἐν δὲ τῷ περὶ ποιητῶν φησὶν, καὶ ὅτι Ομηρικὸς ὁ Ἐμπεδοκλῆς καὶ δεινὸς περὶ τὴν φράσιν γέγονε, φορτικώτερος 15 ὢν καὶ τοῖς ἄλλοις τοῖς περὶ ποιητικὴν ἐπιτεύγμασι χρώμενος.

̔Ο αὐτὸς 16 ἔφη, ἐν παντὶ τῷ βίῳ τρεῖς μεταμελείας

detur. Malim ergo δῶρον εὐ-
φυΐας. Matth.

9-15) Segm. 20.
14) Laur. πρὸς φιλίαν.

15) Mosc. φορτικότερος. Laur. et impr. φορτικός τε.

16) Catoni majori tribuit Plut. c. 9.

[ocr errors]
[ocr errors]

εἶναι· μίαν μὲν ἐπὶ τῷ γυναικὶ πιστεῦσαι λόγον ἀπόρξη τον· ἑτέραν δὲ, πλεῦσαι· τὴν δὲ τρίτην, ὅτι μίαν ἡμέραν ἀδιάθετος έμεινας.

̔Ο αὐτὸς ἐρωτηθεὶς 1, διατί τῶν καλῶν ὁ ἔρως, τυ φλοῦ, εἶπεν, ἡ ἐρώτησις.

Ὁ αὐτὸς ἔφη 18, τὸ κάλλος πάσης ἐπιστολῆς συστα τικώτερον εἶναι.

Ὁ αὐτὸς 19 τοὺς τὰ ἐνεργῆ πράγματα πειρωμένους δεικνύναι ὅμοιον ἔφη ποιεῖν τοῖς διὰ λύχνου τὸν ἥλιον φιλοτιμουμένοις δεικνύναι.

Ὁ αὐτὸς

20

ἐρωτηθεὶς ὑπό τινος, τί δυσκυλώτατόν ἐστιν ἐν τῷ βίῳ, εἶπε, τὸ σιωπᾷν, ἃ μὴ δεῖ λαλεῖν. ̔Ο αὐτὸς θεασάμενος νεανίσκον κατωφρυωμένον, μηδὲν δὲ ἐπιστάμενον, νεανίσκε, ἔφη, οἷος μὲν δοκεῖς αὐτὸς εἶναι, ἐγὼ γενοίμην· οἷος δὲ τῇ ἀληθείᾳ ὑπάρχεις, τοι οὗτοι μου 21 οἱ ἐχθροὶ γένοιντο.

̔Ο αὐτὸς ἔφη, θεοῦ μὲν ἐστι, πράττειν ἃ βούλεται, ἀνθρώπου δὲ, τὰ δέοντα προθυμεῖσθαι.

̔Ο αὐτὸς κατανοήσας μειράκιον ἐπὶ τῇ πολυτελείς τῆς χλαμύδος σεμνυνόμενον, οὐ παύσῃ, ἔφη, μειράκιον, ἐπὶ βροβάτου σεμνυνόμενος ἀρετῇ;

̔Ο αὐτὸς ἔφη, ὁ φθόνος ἀνταγωνιστής ἐστι τῶν εἰ τυχούντων.

̔Ο αὐτὸς ἐρωτηθεὶς 22, εἰ ὁ ἔρως ἕνεκα τῆς συνου σίας γίνεται, οὔτε, ἔφη, διὰ τοῦτο, οὔτ ̓ ἄνευ τούτου.

Πόθεν τρέφεται ὁ κόσμος *.

Ὁ αὐτὸς εἶπεν, εἰ τρέφεται ὁ κόσμος καὶ φθαρή

17) Stob. Τ. 65. 14. Diog. L. segm. 20. In Laur. deest. 18) Diog. segm. 18. Laur. om. Ad finem Μosc. addit:

[ocr errors]

ἢ δῶρον εὐμορφίας, quae verba absunt ab impr. et a Stob. T. 65. 11.

19) Stob. T. 4. 87. Laur. non habet.

20) Stob. T. 41. 8.
21) Impr. μοι.

22) Stob. T. 63. 32.

1) Ex Plutarch. T. II. p. 886. 887. Matth.

[ocr errors]

σεται, ἀλλὰ μὴν οὐδεμιᾶς ἐπιδέεται τροφῆς, διὰ τοῦτο καὶ αΐδιος. Πλάτων αὐτὸν αὐτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι Φι λόλαος διττὴν εἶναι τὴν φθορὰν, τοτὲ μὲν ἐξ οὐρανοῦ πυρὸς φυέντος, τοτὲ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος, καὶ τούτων εἶναι τὰς ἀναθυμι άσεις τροφὰς τοῦ κόσμου 2.

Πόθεν τρέφεται ὁ κόσμος 3.

̔Ο αὐτὸς εἶπεν, ἀρχαῖος τις λόγος και πάτριος ἐστι πᾶσιν ἀνθρώποις, ὡς ἐκ Θεοῦ τὰ πάντα καὶ διὰ θεῶν ἡμῖν συνέστηκεν· οὐδεμία δὲ φύσις αὐτὴ καθ ̓ ἑαυτήν ἐστιν αὐτάρκης, ἐρημωθεῖσα τῆς ἐκ τούτου σωτερίας· διὸ 4 καὶ τῶν παλαιῶν εἰπεῖν τινες προήχθησαν, ὅτι πάντα ταῦτα ἐστι θεῶν πλέα τε καὶ δι ̓ ὀφθαλμῶν ἐνδαλλόμενα ἡμῖν, καὶ δι ̓ ἀκοῆς καὶ πάσης αἰσθήσεως· τῇ δὲ θείᾳ δυνάμει - πρέποντα καταβαλλόμενοι 5 λόγον, οὐ μὴν τῇ γε οὐσίᾳ· σωτὴρ μὲν γὰρ ὄντως ἁπάντων ἐστὶ καὶ γενέτως τῶν ὅπωςδήποτε κατὰ τόνδε τὸν κόσμον συντελουμένων ὁ Θεός.

Αρχελάου *.

*Αρχέλαος, ̓Απολλοδώρου ἢ Μίδωνος, Αθηναῖος ἢ Μιλήσιος, μαθητής Αναξαγόρου, διδάσκαλος Σωκράτους, τὴν φυσικὴν φιλοσοφίαν ἐκ τῆς Ἰωνίας μετήγαγεν ̓Αθήναζε, καὶ ἐκλήθη φυσικός· οὗτος δύο αἰτίας ἔλεγεν εἶναι γενέ σεως, θερμὸν καὶ ὑγρὸν καὶ τὰ ζῶα ἀπὸ τῆς ἡλίου θέρ μης γεννηθῆναι, καὶ τὸ δίκαιον εἶναι καὶ τὸ αἰσχρὸν οὐ φύσει, ἀλλὰ νόμῳ· ὁ δὲ λόγος αὐτῷ οὕτως ἔχει· τηκόμε νόν φησι τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ, καθὸ μὲν εἰς πυ

2) Mosc. addit: Ὁ αὐτὸς ἔφη, | usque ad finem absunt ab imθεοῦ μέν ἐστι πράττειν κ. τ. λ., pressis.

ut paullo ante.

5) Abest a Laur.

4) Διὸ καὶ τῶν παλαιῶν etc.

5) Mosc. καταβαλλομένη. Forte καταβαλλόμενοι. Matth. 1) Nomen hoc in impressis

« ZurückWeiter »